Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.265 Joseph. AJ 10.269 (English) >>Joseph. AJ 10.272

10.267τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος καταλέλοιπεν, ἀναγινώσκεται παρʼ ἡμῖν ἔτι καὶ νῦν καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι Δανίηλος ὡμίλει τῷ θεῷ· οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ καιρὸν ὥριζεν, εἰς ὃν ταῦτα ἀποβήσεται· 10.268καὶ τῶν προφητῶν τὰ χείρω προλεγόντων καὶ διὰ τοῦτο δυσχεραινομένων ὑπὸ τῶν βασιλέων καὶ τοῦ πλήθους Δανίηλος ἀγαθῶν ἐγίνετο προφήτης αὐτοῖς, ὡς ἀπὸ μὲν τῆς εὐφημίας τῶν προλεγομένων εὔνοιαν ἐπισπᾶσθαι παρὰ πάντων, ἀπὸ δὲ τοῦ τέλους αὐτῶν ἀληθείας πίστιν καὶ δόξαν ὁμοῦ θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεσθαι. 10.269κατέλιπε δὲ γράψας, ὅθεν ἡμῖν ἀληθὲς τὸ τῆς προφητείας αὐτοῦ ἀκριβὲς καὶ ἀπαράλλακτον ἐποίησε δῆλον· φησὶ γὰρ αὐτὸν γενόμενον ἐν Σούσοις ἐν τῇ μητροπόλει τῆς Περσίδος, ὡς ἐξῆλθεν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ, σεισμοῦ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου καταλειφθείη μόνος φευγόντων τῶν φίλων καὶ πέσοι μὲν ἐπὶ στόμα ταραχθεὶς ἐπὶ τὰς δύο χεῖρας, τινὸς δʼ ἁψαμένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεάς. 10.270ἀναστάντι δʼ αὐτῷ δειχθῆναι κριὸν ἐσήμαινε μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τελευταῖον δʼ αὐτῶν ὑψηλότερον ἔχοντα. ἔπειτʼ ἀναβλέψαι μὲν εἰς τὴν δύσιν, θεάσασθαι δὲ τράγον ἀπʼ αὐτῆς διʼ ἀέρος φερόμενον συρράξαντα τῷ κριῷ καὶ τοῖς κέρασι ῥήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τὴν γῆν καὶ πατῆσαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.265 Joseph. AJ 10.269 (English) >>Joseph. AJ 10.272

Powered by PhiloLogic